Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.281 Joseph. AJ 8.285 (English) >>Joseph. AJ 8.290

8.283οἱ δὲ ὁμοῦ πάντες ἐπικαλεσάμενοι τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν τῶν ἱερέων τῇ σάλπιγγι σημανάντων ἀλαλάξαντες ἐχώρησαν ἐπὶ τοὺς πολεμίους· καὶ τῶν μὲν ἔθραυσε τὰ φρονήματα καὶ τὰς ἀκμὰς αὐτῶν ἐξέλυσεν θεός, τὴν δὲ Ἀβία στρατιὰν ὑπερτέραν ἐποίησεν· 8.284ὅσος γὰρ οὐδέποτʼ ἐμνημονεύθη φόνος ἐν πολέμῳ γεγονέναι οὔθʼ Ἑλλήνων οὔτε βαρβάρων, τοσούτους ἀποκτείναντες τῆς Ἱεροβοάμου δυνάμεως θαυμαστὴν καὶ διαβόητον νίκην παρὰ τοῦ θεοῦ λαβεῖν ἠξιώθησαν· πεντήκοντα γὰρ μυριάδας τῶν ἐχθρῶν κατέβαλον καὶ τὰς πόλεις αὐτῶν διήρπασαν τὰς ὀχυρωτάτας ἑλόντες κατὰ κράτος, τήν τε Βηθήλην καὶ τὴν τοπαρχίαν αὐτῆς καὶ τὴν Ἰσανὰν καὶ τὴν τοπαρχίαν αὐτῆς. 8.285καὶ Ἱεροβόαμος μὲν οὐκέτι μετὰ ταύτην τὴν ἧτταν ἴσχυσεν ἐφʼ ὅσον Ἀβίας περιῆν χρόνον. τελευτᾷ δʼ οὗτος ὀλίγον τῇ νίκῃ χρόνον ἐπιζήσας ἔτη βασιλεύσας τρία, καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις ἐν ταῖς προγονικαῖς θήκαις, ἀπολείπει δὲ υἱοὺς μὲν δύο καὶ εἴκοσι θυγατέρας δὲ ἓξ καὶ δέκα. πάντας τούτους ἐκ γυναικῶν δεκατεσσάρων ἐτεκνώσατο. 8.286διεδέξατο δʼ αὐτοῦ τὴν βασιλείαν υἱὸς αὐτοῦ Ἄσανος· καὶ μήτηρ τοῦ νεανίσκου Μαχαία τοὔνομα. τούτου κρατοῦντος εἰρήνης ἀπέλαυεν χώρα τῶν Ἰσραηλιτῶν ἐπὶ ἔτη δέκα. 8.287

Καὶ τὰ μὲν περὶ Ἀβίαν τὸν Ῥοβοάμου τοῦ Σολόμωνος οὕτως παρειλήφαμεν. ἐτελεύτησε δὲ καὶ Ἱεροβόαμος τῶν δέκα φυλῶν βασιλεὺς ἄρξας ἔτη δύο καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν παῖς Νάβαδος δευτέρου ἔτους ἤδη τῆς βασιλείας Ἀσάνου διεληλυθότος. ἦρξε δὲ τοῦ Ἱεροβοάμου παῖς ἔτη δύο τῷ πατρὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν ἐμφερὴς ὤν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.281 Joseph. AJ 8.285 (English) >>Joseph. AJ 8.290

Powered by PhiloLogic